TLG 2354 002 :: DIONYSIUS :: Fragmenta DIONYSIUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 9–11. Frr. 1–11. Citation: Fragment — (line) | ||
t1-10 | ΚΥΚΛΟΣ ΙΣΤΟΡΙΚΟΣ. | |
1(t) | E LIBRO PRIMO. | |
1 | Schol. Eur. Phoen. 1116: Διονύσιος δὲ ἐν τῷ πρώ‐ τῳ τοῦ Κύκλου βύρσαν αὐτὸν (Argum) ἠμφιέσθαι φησὶ, καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. Ὁ δὲ τὸν Αἰγί‐ μιον ποιήσας φησὶν | |
---|---|---|
5 | Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε, τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴ δ’ ἔχεν ἔμπεδον αὐτόν. | |
1a | Schol. Venet. et Vatican. in Eurip. Orest. 859: Ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖ‐ χθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι φασὶ καὶ Ἑκαταῖος γράφων οὕτως ... | |
5 | Καὶ Διονύσιος εἰς Κυκλογράφος ἐν τῷ πρότῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. | |
2 | Schol. Eur. Phoen. 670: Διονύσιος δὲ ἔθνος Βοιω‐ τίας αὐτούς (τοὺς Σπαρτούς) φησιν. | |
3 | Schol. Eur. Orest. 988: [λόχευμα] ἀκολουθεῖν δοκεῖ τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος φησί. Φερεκύ‐ δης δὲ ..., ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας | |
5 | τὸν ποιμένα προσαγαγόντα τὸ ποιμνίον τῷ Ἀτρεῖ ἀντα‐ ποκαλεῖ. | |
4 | Schol. Pind. Nem. III, 104: Διονύσιος ἐν πρώτῳ Κύκλων Θηρίμαχον καὶ Δηικόωντα (sc. Ἡρακλέος ἐκ Μεγάρας παῖδας ἀναγράφει). Εὐριπίδης δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον. | |
5(t) | E LIBRO QUINTO. | |
1 | Clemens Al. Protr. c. 4: | |
Πολλοὶ δ’ ἂν τάχα που θαυμάσειαν εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ | 9 | |
5 | Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τοῦ Πέλο‐ πος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου. Καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι. | |
5a | Schol. Ven. ad Eur. Hec. 119: Τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον, μηδὲ τῆς συμ‐ μαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν. Διὸ | |
5 | καὶ τὸν Ὅμηρον λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας· «Δη‐ μορῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτῶν δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον | |
10 | κελεύσας ἄγειν Αἴθραν· καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῷ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα.» | |
6 | Schol. Pind. Pyth. I, 109: Φησὶ γὰρ Διονύσιος χρησμοῖς Ἀπόλλωνος ἀκολουθησάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα | |
5 | ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρω‐ νος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα. | |
7(t) | E LIBRO SEXTO. | |
1 | Athenaeus XI: Διονύσιος δ’ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη, γράφων οὕτως· «Καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα, πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.» | |
7a | Idem XI: Διονύσιος δ’ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. Φησὶ γὰρ, ὡς Ὀδυσσεὺς, πληρώσας κυμβίον ἀκράτου, ὤρεξε τῷ Κύκλωπι. | |
8 | Schol. Hom. Od. XIII, 85: Σκύλλα θυγάτηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης τὸ μὲν μέγεθος θαυμαστή· εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυ‐ | |
5 | ροειδεῖς. Καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βύθου βεβλημένον, συμφυὲς οὖσα τῇ πέτρᾳ· τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. Ταύτην λέγεται τὸν Ἡρακλέα ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς | |
10 | εἶδεν ἀπληστευομένην, ἀνελεῖν· τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. Ἡ ἱστορία παρὰ Διο‐ νυσίῳ. | |
9 | Tzetzes ad Lyc. 912: Ἔνθα νῦν ἡ Χώνη ἐστὶ, χωρίον ἦν πρῶτον λεγόμενον Οἰνωτρία, ὅπου ὁ Φιλο‐ κτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, καθὰ Διονύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ τῶν | |
5 | Ῥωμαίων γράψαντες ἱστοροῦσι. | |
10 | Tzetzes Chil. XII, 179: Καὶ ὁ Ὀρφεὺς ἰσόχρονος τῷ Ἡρακλεῖ ὑπῆρχε, πρὸ χρόνων ὄντες ἑκατὸν τοῦ Τρωικοῦ πολέμου. Ὡς δὲ Ὀρφεὺς ἐν Λιθικοῖς περὶ αὑτοῦ μοι λέγει, | |
5 | Ἑλένου τι βραχύτερον ὕστερον εἶναι λέγει· τούτου μιᾷ δὲ γενεᾷ Ὅμηρος ὑστερίζει, ὁ κατὰ Διονύσιον ἄνδρα τὸν κυκλογράφον ἐπὶ τῶν δύο στρατειῶν λεγόμενος ὑπάρχειν, Θηβαϊκῆς Ἑλλήνων τε τῆς διὰ τὴν Ἑλένην. | |
10 | Διόδωρός τε σύντροχα λέγει Διονυσίῳ, | |
καὶ ἕτεροι μυρίοι δέ. | 10 | |
t11 | ΠΕΡΙ ΘΕΩΝ. | |
11 | Suidas. Νύμφαι, σκώληκες οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις, ὅταν ἤδη πτεροποιεῖν ἄρξωνται· οἱ δ’ ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας, Σάμιοι. Καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσι. Καὶ τῶν ῥό‐ | |
5 | δων αἱ κάλυκες αἱ μεμυκυῖαι, νύμφαι. Καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν νύμφαι. Ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον. Περὶ δὲ τῶν θεῶν Διονυσίῳ πᾶσα | |
ἱστορία συνῆκται ἐν τριάκοντα καὶ τρισὶ βιβλίοις. | 11 |